Ἐπεθύμησε πόρνης· καὶ τί ποεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀναγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω.
Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν.
Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ.
Ἔρχεται πρὸς τὴν πόρνην καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρὸν καὶ ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφή, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμὴ, οὐχ ἡ οὐσία ἐκείνου· αὔξεται κατὰ μικρόν, καὶ μίγνυται ἀνθρώποις· καίτοι εὑρίσκει αὐτὴν ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ τί ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε.
Επιλογή (από P.G. 52, 404 Α-411 Β): +Παναγιώτης Νέλλας. Μετάφραση: Ελ. Μαϊνάς.
![]()









































Ευλογημένα Χριστούγεννα σε όλους!
Ευλογημένα καλά Χριστούγεννα με τον Κύριο στις καρδιές μας. Επιστροφή των αδελφών μας στην ορθόδοξη εκκλησία μας.
Καλά Χριστούγεννα.
[...] [...]